Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.56 Joseph. AJ 11.60 (English) >>Joseph. AJ 11.64

11.58φησίν, καὶ κεκλήσῃ συγγενὴς ἐμός.” ταῦτʼ εἰπόντος ὑπέμνησεν αὐτὸν τῆς εὐχῆς, ἧς ἐποιήσατο, εἰ λάβοι τὴν βασιλείαν· αὕτη δʼ ἂν εἴη οἰκοδομῆσαι μὲν Ἱεροσόλυμα, κατασκευάσαι δὲ ἐν αὐτοῖς τὸν τοῦ θεοῦ ναόν, ἀποκαταστῆσαι δὲ καὶ τὰ σκεύη, ὅσα συλήσας Ναβουχοδονόσορος εἰς Βαβυλῶνα ἐκόμισεν. καὶ τοῦτʼ, ἔφη, τοὐμὸν αἴτημά ἐστιν, μοι νῦν ἐπιτρέπεις αἰτήσασθαι κριθέντι σοφῷ καὶ συνετῷ.” 11.59

Ἡσθεὶς ἐπὶ τούτοις βασιλεὺς ἀναστὰς κατεφίλησέν τε αὐτὸν καὶ τοῖς τοπάρχαις καὶ σατράπαις γράφει κελεύων προπέμψαι τὸν Ζοροβάβηλον καὶ τοὺς σὺν αὐτῷ μέλλοντας ἐπὶ τὴν οἰκοδομὴν ἐξιέναι τοῦ ναοῦ. 11.60ἐπέστειλε δὲ καὶ τοῖς ἐν Συρίᾳ καὶ Φοινίκῃ ξύλα κέδρινα κατακομίζειν ἐκ τοῦ Λιβάνου τεμόντας εἰς Ἱεροσόλυμα, καὶ συγκατασκευάζειν αὐτῷ τὴν πόλιν, καὶ πάντας ἔγραψεν ἐλευθέρους εἶναι τοὺς εἰς τὴν Ἰουδαίαν τῶν αἰχμαλώτων ἀπελθόντας. 11.61καὶ τοὺς ἐπιτρόπους τοὺς αὐτοῦ καὶ σατράπας ἐκώλυσεν ἐπιτάττειν τοῖς Ἰουδαίοις τὰς βασιλικὰς χρείας, ἀνῆκέ τε πᾶσαν ἣν ἂν κατασχεῖν δυνηθῶσιν τῆς χώρας ἀτελῆ φόρων αὐτοῖς νέμεσθαι. προσέταξε δὲ καὶ τοὺς Ἰδουμαίους καὶ Σαμαρείτας καὶ τοὺς ἐκ τῆς κοίλης Συρίας ἀφεῖναι τὰς κώμας, ἃς τῶν Ἰουδαίων κατεῖχον, καὶ προσέτι τάλαντα πεντήκοντα εἰς τὴν οἰκοδομίαν τοῦ ἱεροῦ δοθῆναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.56 Joseph. AJ 11.60 (English) >>Joseph. AJ 11.64

Powered by PhiloLogic